Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.65 Joseph. AJ 12.69 (English) >>Joseph. AJ 12.73

12.67τὰ δʼ ἐκ πλαγίου τῆς στεφάνης καὶ πρὸς ὄψιν ἀνατείνοντα ὠῶν ἐκ λίθου καλλίστου πεποιημένων θέσει κατακεκόσμητο ῥάβδοις τὴν ἀναγλυφὴν ἐοικότων πυκναῖς, αἳ περὶ τὸν κύκλον τῆς τραπέζης εἴληντο. 12.68ὑπὸ δὲ τὴν τῶν ὠῶν διατύπωσιν στέφανον περιήγαγον οἱ τεχνῖται παντοίου καρποῦ φύσιν ἐντετορευμένον, ὡς ἀποκρέμασθαί τε βότρυς καὶ στάχυας ἀναστῆναι καὶ ῥόας ἀποκεκλεῖσθαι. τοὺς δὲ λίθους εἰς πᾶν γένος τῶν προειρημένων καρπῶν, ὡς ἑκάστου τὴν οἰκείαν ἐντετυπῶσθαι χρόαν, ἐξεργασάμενοι συνέδησαν τῷ χρυσῷ περὶ ὅλην τὴν τράπεζαν. 12.69ὑπὸ δὲ τὸν στέφανον ὁμοίως τῶν ὠῶν διάθεσις πεποίητο καὶ τῆς ῥαβδώσεως ἀναγλυφή, τῆς τραπέζης ἐπʼ ἀμφότερον μέρος ἔχειν τὴν αὐτὴν τῆς ποικιλίας τῶν ἔργων καὶ γλαφυρότητος θέαν κατεσκευασμένης, ὡς καὶ τὴν τῶν ἄλλων κυμάτων θέσιν καὶ τὴν τῆς στεφάνης μηδὲ τῆς τραπέζης ἐφʼ ἕτερον μέρος ἐναλλαττομένης γίγνεσθαι διάφορον, τὴν δʼ αὐτὴν ἄχρι καὶ τῶν ποδῶν ὄψιν τῆς ἐπιτεχνήσεως διατετάσθαι. 12.70ἔλασμα γὰρ χρυσοῦ τὸ πλάτος τεσσάρων δακτύλων ποιήσαντες καθʼ ὅλου τοῦ τῆς τραπέζης πλάτους εἰς τοῦτο τοὺς πόδας αὐτῆς ἐνέθεσαν, ἔπειτα περόναις καὶ κατακλεῖσιν αὐτοὺς ἐνέσφιγγον τῇ τραπέζῃ κατὰ τὴν στεφάνην, ἵνα τὴν θέαν τῆς καινουργίας καὶ πολυτελείας, ἐφʼ τις ἂν στήσῃ τὴν τράπεζαν μέρει, παρέχωσι τὴν αὐτήν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.65 Joseph. AJ 12.69 (English) >>Joseph. AJ 12.73

Powered by PhiloLogic